Ancient Greek
SB 14 12178
Documentary Papyri, SB 14 12178
Not analysed yet
……αι…ον ἐμνήσθη σου πολλάκις …περὶ τούτου ὅτι καν…α…ου μὴ σίτου χρείαν ἔχῃ, καὶ ἔφη ἐὰν χρεία ᾖ λήμψεσθαι. ἑκάστης ἡμέρας προσδοκῶ σε ἀναπλεῦσαι πρὸς ἡμᾶς ᾗ μάλιστα. καὶ ὁ κληρονόμος τοῦ Ἡρακλείδου παρʼ ἡμῖν ἐστι ᾧ πολλάκις συνεβάλομεν περὶ τῶν ἀνηκόντῶν τῇ …μ… καὶ αὐτῶι …ἐν πρώτοις ἐκπλε…οὗ χάριν οὐ ……ἐδυνήθην διαπέμψασθαι. ὀμνὺς δέ σοι λέγω καὶ τοῦτό σοι τὸ ἐπιστόλιον πέμπων διχονοῶ μήπως καὶ νῦν μὴ καταλάβῃ σε ἐν Ἀλεξανδρείᾳ. διὸ λαβών μου τὸ ἐπιστόλιον γράψον μοι περὶ ὧν προῄρησαι ἵνα δυνηθῶ σοί τι διαπέμψασθαι. γράψον καὶ τῇ μικρᾷ αἰτῆσαι παρʼ ἐμοῦ ἀδιστάκτως ἃ ἐὰν χρήζῃ ὡς εἰ παρὰ σοῦ λαμβάνουσαν. ἀσπάζεταί σε ἡ πενθερὰ Φηλίκλα καὶ οἱ ἐν οἴκῳ πάντες. καὶ ἄσπασαι τὸν Ἀγαθω… καὶ …ην καὶ ἐρρῶσθαί σε εὔχομαι πανοικεί. Μεσορὴ ϛ. …Σισένξιν τὸν υἱόν