Ancient Greek
SB 1 5150
Documentary Papyri, SB 14 12190
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ Καίσαρος τὸ β. ὁμολογοῦσιν Αὐρήλιοι Ὡρείων Κάννεως μητρὸς Τισάιτος ὡς ἐτῶν ξ καὶ Νούφεις Μιύσεως μητρὸς Ἴσιτος ὡς ἐτῶν λε καὶ Μουσῆς Παιέως μητρὸς Ταιαδος ὡς ἐτῶν λζ καὶ Κανκοῦθις Κανκουθίου μητρὸς Τανούφεως ὡς ἐτῶν κϛ οἱ τέσσαρες ἀπὸ κώμης Τεβέτνυ ἔχειν παρὰ Αὐρηλίου Διδάρου υἱοῦ Κοπρῆ γενομένου βουλευτοῦ τῆς λαμπροτάτης Ἀλεξανδρείας διὰ χειρὸς ἀργυρίου δραχμὰς μυριάδα μίαν ἐνακισχιλίας διακοσίας τεσσαράκοντα ὀκτώ ,οὔσας τάλαντα τρία καὶ δραχμὰς χιλιάς διακοσίας τεσσαράκοντα ὀκτώ ,ἃ καὶ ἐπάναγκες ἀποδιδόναι ὁμολογοῦσιν ἐξ ἀλληλεγγύης τῇ τρίτῃ …δι τοῦ εἰσιόντος μηνὸς Μεσορὴ τόκων ἤτοι ἐκπιπτόντων …γεινομένης τῷ Αὐρηλίῳ Διδάρῳ τῆς πράξεως ἔκ τε τῶν ὁμολογούντων καὶ ἐξ οὗ αὐτῶν ἐὰν αἱρῆται κατὰ τὸ τῆς ἀλληλεγγύης δίκαιον καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθέντες ὡμολόγησαν. ἔτους ιγ καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ε τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιαμιανοῦ ἐπιφανεστάτων Καισάρων Ἐπεὶφ κγ. Αὐρήλιοι …ἔσχομεν ἐξ ἀλληλεγγύης τὰ τοῦ ἀργυρίου τάλαντα τρία καὶ δραχμὰς χιλίας διακοσίας τεσσαράκοντα ὀκτὼ καὶ ἀποδώσομεν ὡς πρόκειται καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. …γραμματεῖον Ὡρείωνος καὶ Νούφεως καὶ Μουσῆτος καὶ Κανκουθίου ἐξ ἀλληλεγγύης ἀργυρίου δραχμῶν …