Ancient Greek
SB 14 12191
Documentary Papyri, SB 14 12191
Not analysed yet
Δῖος γραμματεὺς σεσημείωμαι ιε ἔτους Μεσορή. Δείῳ τῷ καὶ Ἀπολλωνίῳ καὶ Ηρώδῃ τῷ καὶ Διογένι γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοίτου παρὰ Ἀλεξίωνος τοῦ Πνεφερῶτος τοῦ Διονυσίου τῶν ἀπὸ κώμης Θεαδελφείας. κατὰ τὰ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Φλαουίου Τιτιανοῦ κελευσθέντα ἀπογράφομαι τὸ ὑπάρχον μο ἐπὶ τὴν κώμην ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς. ἐὰν δέ τι κατʼ αὐτῆς ἐξοικονομῶ πρότερον ἀποδείξω ὑπάρχειν. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν.