Ancient Greek
SB 14 12192
Documentary Papyri, SB 14 12192
Not analysed yet
……οὐλὴ ὀφρύι δεξιᾷ, τοῦ δὲ Ὀρσέως Δίδυμος Κρονίωνος ὡς ἐτῶν λδ …Πακῆβκις Π… μεμίσθωκα πρὸς μόνον τὸ δωδέκατον ἔτος τὰς τῆς βασιλικῆς γῆς ἀρούρας πέντε ἐν δυσὶ σφραγῖσι, ὧν πρώτης σφραγῖδος ἄρουραι τέσσαρες ἐν τῷ λεγομένῳ Λααρχικῷ γύῳ, δευτέρας δὲ σφραγῖδος ἡ λοιπὴ ἄρουρα μία ἐν τῷ ἕκτῳ γύῳ, ἐκφορίου τοῦ παντὸς ἄνευ σπερμάτων πυροῦ ἀρταβῶν τριάκοντα ἑπτὰ ἡμίσους μέτρῳ τετραχοινίκῳ θησαυροῦ θεοῦ, καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ψενκῆβκις ὁ υἱὸς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ὀρσεῦς Κρονίωνος Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι τὰς τῆς βασιλικῆς γῆς ἀρούρας πέντε πρὸς μόνον τὸ δωδέκατον ἔτος, ἐκφορίου τοῦ παντὸς πυροῦ ἀρταβῶν τριάκοντα ἑπτὰ ἡμίσους, πρὸς ἐμὲ ὄντων τῶν φορέτρων ἐπισπουδασμοῦ, καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Δίδυμος Κρονίωνος μὴ εἰδότος γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Τεβτύνι γραφείου. μίσθωσις Πακήβκεως πρὸς Ὀρσεῦν ἀρουρῶν ε.