Ancient Greek
SB 16 12287
Documentary Papyri, SB 16 12287
Not analysed yet
Ὧρος Ἁρμάχει χαίρειν. τῆς παρὰ Διονυσίου τοῦ παρὰ Θεογένους ἐπισπουδαστοῦ γραφείσης ἡμῖν ἐπιστολῆς ὑπόκειταί σοι τὸ ἀντίγραφον. παράστησον οὖν ἤδη τοῖς σιτολόγοις πρὸς τὴν ἐπὶ τοὺς ὅρμους κατακομιδὴν τοῦ σίτου πάντα τὰ ἐν τοῖς κατὰ σὲ τόποις λαικὰ καί, ἐὰν ἦι ἀναγκαῖον, ἡγητικὰ ὑποζύγια, καὶ διασάφησον ἡμῖν ὡς ἂν τοῦτο γένηται, ὅπως εἰδῶμεν. μηδὲν δʼ ἧσσον καὶ σαυτὸν προθύμως ἐπίδος ἐν τούτοις, ἵνα μηδεμία πρόφασις αὐτοῖς καταλείπηται. ἔρρωσο, ἔτους η Χοιὰχ κη. Διονύσιος Ὥρωι χαίρειν. τῆς πρὸς Ἡρακλείδην ἐπιστολῆς ὑπόκειταί σοι τὸ ἀντίγραφον. ὁπηνίκʼ ἂν οὖν καταχθῆι ὁ σῖτος