Ancient Greek
SB 16 12288
Documentary Papyri, SB 16 12288
Not analysed yet
τ… παλα… ν…ως… καὶ ἀπέχειν τὴν Θερμουθάριον τὴν καὶ Σαραπιάδα τὴν τῶν πεπραμένων μερῶν τῶν οἰκοπέδων συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς …ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσειν τήν τε ὁμολογοῦσαν Θερμουθάριον τὴν καὶ Σαραπιάδα καὶ τοὺς παρʼ αὐτῆς τοῖς περὶ τὸν Διονύσιον …αὐτῶν καὶ τοῖς παρʼ αὐτῶν τὰ πεπραμένα αὐτοῖς μέρη τῶν οἰκοπέδων πάσῃ βεβαιώσει, ἃ καὶ παρέξασθαι ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ ἀπὸ παντὸς ὀφειλήματος δημοσίου μὲν ἀπὸ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀπὸ δὲ λαογραφιῶν τῶν ἐν αὐτοῖς φανησομένων ἀπογεγράφθαι μέχρι ἑτέρας εἰκονισμοῦ ἀπογραφῆς καὶ ἀπὸ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ μηδένα κωλύοντα τοὺς περὶ τὸν Διονύσιον μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας τῶν αὐτῶν πεπραμένων αὐτοῖς ὡς πρόκειται μερῶν τῶν οἰκοπέδων καὶ τὰ ἐξ αὐτῶν ἀποφερομένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται. ἐὰν δέ τι τῶν προγεγραμμένων παραβῇ ἡ Θερμουθάριον ἡ καὶ Σαραπιὰς χωρὶς τοῦ αὐτὰ κύρια εἶναι καὶ πάντα τὸν ἐπελευσόμενον ἀφιστάνειν προσεκτείσειν αὐτὴν τοῖς περὶ τὸν Διονύσιον τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑπτακοσίας πεντήκοντα καὶ εἰς τὸ δημόσιον τὰς ἴσας δεδομένου τοῦ ὑπὲρ ἐπιστάλματος ὡρισμένου. Ἀμμώνιος παρεθέμην. Διονύσιος συνπαρεθέμην. ἔτους ιη Φαμενὼθ ε.