Ancient Greek
SB 16 12424
Documentary Papyri, SB 16 12424
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἑρμοδώρῳ Ἀνουβίων χαίρειν. Θεόγνωστος ἀνελθὼν ἴσως σοι διηγήσατο τὰ περὶ τῆς μέμψεως τοῦ πραιποσίτου. ἐπεὶ τοίνυν τῆς αὐτῆς ἐστιν προτάσεως, ἠπήχθην γράφειν τῇ γεούχῳ περὶ αὐτοῦ· ἅπερ πρὸς τὴν γεοῦχον γράμματα ἀναγνοὺς δὸς αὐτῇ, ἀλλὰ καὶ ποίησον αὐτὴν δηλῶσαι αὐτῷ τὰ ἀντίγραφα ὡς ἠξίωσα. ἐρρῶσθαί σε εὔχομαι, κύριε ἄδελφε, πολλοῖς χρόνοις.