Ancient Greek
SB 16 12425
Documentary Papyri, SB 16 12425
Not analysed yet
…μμ… ἵνα συγχωρήσῃ τοῖς πταίσασιν αὐτός, εἰ βούλεται καὶ μήτε μνησικακήσῃ μήτε λυπούμενος ἐπὶ τὰς ἐνδόξους ἀκοὰς τοῦ κοινοῦ δεσπότου καὶ ὑμῶν ἀναγάγῃ. ὡς μνήμῃ νικηθεὶς λυπηρᾷ. ὅπερ καὶ πεποίηκεν καὶ τοῦ πανυπερτάτου βασιλέως καὶ τοῦ κοινοῦ δεσπότου ὑπʼ ἐκείνων συνευφημηθέντων πλὴν ὅτι καὶ ἐγὼ τοῖς μοναχοῖς παρενεγύησα τοῦ λοιποῦ σωφρόνως γε διακεῖσθαι, ὡς πάντα τὰ προγεγονότα ἀτοπήματα καὶ ἡ βουλὴ αὐτῶν ἐπικλασθείη. τοῦ πάντων ἡμῶν κοινοῦ δεσπότου δικαίως ἀγανακτοῦντος καὶ ἐνωμότως τῆς ἐφεξῆς εὐταξίας λόγον δεδώκασιν, εἴπερ ἀληθεύουσιν