Ancient Greek
SB 16 12488
Documentary Papyri, SB 16 12488
Not analysed yet
ὑπατείας Φλαουίου Ἰωάννου τοῦ ὑπερφυεστάτου Χοιὰκ ϛ β ἰνδικτίονος Ἰωάννης Κολλούθου μητρὸς Ἀρχοντίας διάκονος ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ Φλαυίῳ Σιλβανῷ Φοιβάμμωνος ἀπὸ στρατιωτῶν τοῦ πρότερον ἐν Ἑρμοῦ πόλει ἀριθμοῦ τῶν Μαύρων χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰωάννης ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας καὶ ἀξίας τιμῆς οἴνου νέου μούστου μέτρων ὀγδοήκοντα, γίνεται οἴνου μέτρα π ἅπερ μέτρα ὀγδοήκοντα ἀποδώσω σοι ἐν τῷ καιρῷ τῆς τρύγης τῷ Μεσορὴ μηνὶ καρπῶν τρίτης ἐπινεμήσεως ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ ἕκαστον μέτρον ἀπὸ ξέστων πέντε τῶν τούτων πάντων κούφων παρεχομένων παρʼ ἐμοῦ. καὶ εἰ εὑρεθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐκ τοῦ αὐτοῦ οἴνου ἕως Φαμενὼθ μηνὸς καὶ αὐτοῦ τῆς αὐτῆς ἰνδικτίονος ἐπὶ τῷ με ἀλλάξαι σοι ἀντʼ αὐτῶν ἐν καλῷ οἴνῳ χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης καὶ ἀφορμῆς. μέχρι δὲ τῆς αὐτῆς προθεσμίας εἰ μὴ ἀποδώσω σοι τὰ προγεγραμμένα μέτρα ὀγδοήκοντα ἑτοίμως ἔχω παρασχεῖν σοι ὑπὲρ τῆς αὐτῶν τιμῆς χρυσοῦ νομισμάτια δύο παρὰ κεράτια δώδεκα …χειρόγραφον Ἰωάννου Κολλούθου …