Ancient Greek
SB 16 12489
Documentary Papyri, SB 16 12489
Not analysed yet
μετὰ τὴν ὑπατείαν …ἐνδοξοτάτων …Αὐρήλιος Ἁροοῦς Βώιτος μητρὸς …ἀπὸ κώμης Τεμσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ Φλαουίῳ Φοιβάμμωνι …τῶν ἐν τῇ λαμπροτάτῃ Ἑρμοῦ πόλει διακειμένων γενναιοτάτων Μαύρων χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας καὶ ἀξίας τιμῆς οἴνου νέου μούστου κνιδίων τριακοσίων γίνεται οἴνου κνίδια τ ἅπερ σοι ἀποδώσω ἐν καιρῷ τῆς τρύγης τῷ Μεσορὴ μηνὶ τῆς σὺν θεῷ εἰσιούσης …ἰνδικτίονος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ …σοῦ παρέχοντος τὰ κοῦφα αὐτῶν εἰ δὲ καὶ εὑρεθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐκ τοῦ αὐτοῦ οἴνου ἕως Τῦβι μηνὸς τῆς αὐτῆς ἰνδικτίονος ὁμολογῶ ἀλλάξαι σοι ἐν καλῷ οἴνῳ ὑποκειμένης σοι εἰς τοῦτο τὸ χρέος πάσης μου ὑποστάστεως καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἁροοῦς Βώιτος ὁ προκείμενος πεπλήρωμαι τῆς τιμῆς τῶν οἴνου κνιδίων τριακοσίων καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Σαραπίων Σιλβανοῦ ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Βίκτορος ἐγράφη χειρόγραφον Αὐρηλίου Ἁροοῦτος Βώιτος ἀπὸ κώμης Τεμσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ κεφαλαίου οἴνου κνιδίων τ.