Ancient Greek
SB 16 12492
Documentary Papyri, SB 16 12492
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βασιλείας τῶν θειοτάτων ἡμῶν δεσποτῶν Φλαουίων Ἡρακλείου καὶ Ἡρακλείου Νέου Κωνσταντίνου τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων ἔτους εἰκοστοῦ ὀγδόου Φαμενὼθ εἰκάδι δευτέρᾳ ἑνδεκάτης ἰνδικτίονος ἐν Ἑρμοῦ πόλει τῆς Θηβαίδος . Αὐρήλιος Δανιῆλις υἱὸς Ἑνὼχ ἐκ μητρὸς Σουσάννας γεωργὸς ἀπὸ τῆς Ἑρμουπολιτῶν Αὐρηλίῳ ϭⲁⲙⲟⲩⲗ υἱῷ Φοιβάμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς τελείας καὶ ἀξίας τιμῆς οἴνου νέου μούστου μέτρων διακοσίων πεντήκοντα γίνεται οἴνου μέτρα σν ὅνπερ παρέξω σοι ἐν τῷ Μεσορὴ μηνὶ τῆς σὺν θεῷ δωδεκάτης ἰνδικτίονος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ τοῦ πίθου χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης καὶ εἰ εὑρεθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐξ αὐτοῦ ἕως τοῦ Τῦβι μηνὸς τῆς αὐτῆς ἰνδικτίονος ὁμολογῶ ἀλλάξαι σοι ἐν καλῷ οἴνῳ ἀνυπερθέτως. εἰ δὲ μὴ δώσω σοι τὸν αὐτὸν οἶνον ἐν τῇ αὐτῇ προθεσμίᾳ ὁμολογῶ παρασχεῖν σοι ὑπὲρ τῆς αὐτοῦ τιμῆς χρυσοῦ νομίσματα τέσσαρα εὐθὺς μετὰ τὴν προθεσμίαν κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως. τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Δανιῆλις υἱὸς Ἑνὼχ ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται . Αὐρήλιος Ἰακὼβ Κολλούθου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . Αὐρήλιος Ἰωάννης υἱὸς τοῦ μακαρίτου Θεοδώρου ἀπὸ Ἑρμοπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου . Αὐρήλιος Χριστόδωρος Τιβερίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Λεοντίου σὺν θεῷ συμβολαιογράφου ἐγράφη Φαμενὼθ κβ χειρόγραφον οἴνου μέτρων σν γενάμενον διὰ Δανιηλίου Ἐνὼχ γεωργοῦ ἀπὸ Ἑρμοῦ πόλεως