Ancient Greek
SB 16 12491
Documentary Papyri, SB 16 12491
Not analysed yet
……υἱὸς Χάριτος …ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρʼ ὑμῶν τῆς τελείας καὶ ἀξίας τιμῆς οἴνου νέου μούστου μέτρων τριακοσίων γίνεται οἴνου μέτρα τ ὅνπερ οἶνον ὁμολογῶ παρασχεῖν ὑμῖν παρὰ ληνὸν ἐν τῷ μηνὶ Μεσορὴ καιρῷ τρύγης τῆς σὺν θεῷ εἰσιούσης ὀγδόης ἰνδικτίονος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ τοῦ ὑμετέρου πίθου καὶ εἰ εὑρεθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐξ αὐτοῦ μέχρι ὅλου τοῦ Τῦβι μηνὸς τῆς αὐτῆς ἰνδικτίονος ὁμολογῶ ἀλλάξαι ὑμῖν ἐν καλῷ οἴνῳ ἀνυπερθέτως χωρίς τινος ὑπερθέσεως καὶ προφάσεως. εἰ δὲ μὴ ἀποδώσω ὑμῖν τὸν αὐτὸν οἶνον ἐν τῇ αὐτῇ προθεσμίᾳ ὁμολογῶ παρασχεῖν ὑμῖν ὑπὲρ τῆς αὐτοῦ τιμῆς χρυσοῦ νομισμάτια τέσσαρα εὐθὺς μετὰ τὴν προθεσμίαν κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως. τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …υἱὸς Χάριτος ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. …υἱὸς Ὡρουωγχίου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …Τραιανοῦ ἀπὸ Ἑρμοπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. …