Ancient Greek
SB 16 12505 l. 1-3
Documentary Papyri, SB 16 12505
Not analysed yet
Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Σεουῆρος Ἀντωνῖνος Σεβαστὸς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας …στρατηγῷ Λυκοπολίτου παρὰ Αὐρηλίου Πτολεμαίου Θεοδώρου τῶν ἐν Λύκων πόλει κατοίκων …Ἑλένη Παλοῦτος ἀπὸ κώμης Ἰβιῶνος Σεσεμβύθεως …ας… κοινῇ παραβαλοῦσα τροφεῖα παρελάμβανεν παρʼ ἐμοῦ πολλὰ ὑπὲρ λόγου τροφείων ἀναλώσαντος τοισ…α ……ἡ προγεγραμμένη γυνή μου κοινωνὸς τῆς ἡμισείας κληρονομίας μου …διʼ ἀσχολίαν ἀπελθοῦσα πέπρακεν χωρὶς ἐμοῦ …παντοδαπήν. τοσαύτης οὖν μοι βίας καὶ πλεονεξίας καὶ ἁρπαγῆς γενομένης ἐπιστέλλω …τὸ βιβλίδιον ἀξιῶν …σε συντάξαι …ασασαν …αι Αὐρηλίαν Ἑλένην Παλοῦτος …δημοσι…η τὴν τιμήν μοι ἀποκαταστῆσαι ἵνα μὴ ἀδικηθῶ. διευτύχει. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστοῦ, Φαῶφι κϛ. Αὐρήλιος Πτολεμαῖος ἐπιδέδωκα. …