Ancient Greek
SB 16 12508
Documentary Papyri, SB 16 12508
Not analysed yet
ἀντίγραφον. Αὐρήλιος Πετρώνιος …Διοφάντωι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος χαίρειν. Ἀχιλλᾶς Ἁρποκράτους ἱππεὺς εἴλης Οὐοκουντίων πρὸ τῆς στρατείας κληθεὶς Ὀροννοῦς Ῥαπαλιω…ς μητρὸς Ταμεστρεμφι ἀπὸ κώμης Συνγνα ἐδηλώθη ἐστρατεῦσθαι ἔτεσι πλείοσι εἴκοσι πέντε · ἀκόλουθον οὖν ἐστι γράψαι κατὰ τὴν χάριν τοῦ μεγίστου Αὐτοκράτορος περιαιρεθῆναι αὐτὸν ἐκ τῆς δόσεως ἐπικεφαλίων. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι δ.