Ancient Greek
SB 6 9498
Documentary Papyri, SB 16 12523
Not analysed yet
Μακρόβιος Τατιανὸς Εὐσεβίῳ βοηθῷ χαίρειν. ἐπειδὴ ἐνεχειρίσθης παρʼ ἡμῶν τὴν ἀπαίτησιν τῆς οὐσίας τοῦ ὀνόματος Ἀχιλλέως ποιῆσαι, τοῦτο ἐπιστέλλομεν σοί, ὥστε τὴν ἀπαίτησιν ποιήσῃς τοῦ αὐτοῦ ὀνόματος, ἡμῶν λαμβανόντων παρὰ σοῦ τὴν ἔκθεσιν τῆς τε Τερύθεως καὶ Ἐπισήμου, τῶν ἐνεχείρησας χρόνων μέντοι σοῦ ἀποσυμβιβάζοντος τὴν ἐπιδιδομένην ὑπό σου ἔκθεσιν. ἐρρῶσθαί σε εὔχομαι καὶ συμφωνεῖ ὡς πρόκιται. ἔτους ο λθ ἐπαγομένων ε. ἐρρῶσθαί σε εὔχομαι καὶ συμφωνεῖ μοι ὡς πρόκιται.