Ancient Greek
SB 16 12524
Documentary Papyri, SB 16 12524
Not analysed yet
Πάπωι ἐπιστάτηι καὶ ἀρχιφυλακίτῃ Θεογονίδος παρὰ Σωσινίκου τοῦ Καλλινίκου Μακεδόνος. ὑπάρχοντος Καλλινίκωι τῶι ἀδελφῷ μου παππῴου ἀμπελῶνος περὶ τὴν σημαινομένην Θεογονίδα, μετέχοντος δὲ τῷ ὑποδοχείωι Κεφάλωνος τοῦ Ἀμμωνίου, τῇ ιβ τοῦ Ἐπεὶφ τοῦ ιγ ἔτους ἐπιβαλὼν Καλλίας παρὰ τοῦ Κεφάλωνος ἐπὶ τὴν τοῦ Καλλινίκου κηλωνόστασιν …ρο…ων καὶ παππῴαν κατέσπακεν, διακωλύων ἐπαντλεῖν εἰς τὸν ἀμπελῶνα διʼ οὗ συνεχώρει ἀντλήματος, κατεγνωκὼς τὸ τὸν ἀδελφόν μου μετηλλαχέναι τὸν βίον καὶ τὰ τέκνα αὐτοῦ ὀρφανὰ εἶναι, ἐπιχειρῶν τῶν ἀλλοτρίων κυριεύειν οὐ δεόντως καὶ παρὰ τὸ καθῆκον, ὥστʼ ἂν ἀπὸ τῆς δίψης ξηρανθῆναι καὶ παρηκολουθηκέναι τῷ ἀμπελῶνι οὐκ ὀλίγα βλάβη. βουλόμενος δὲ τοῖς υἱοῖς τοῦ πρεσβυτέρου μου ἀδελφοῦ …ἀξιῶ, ἐὰν φαίνηται, …οντα …ἀντίγραφον ὑπομνήματος περὶ τοῦ ἐν Θεογονίδι ἀμπελῶνος ἐπαντλίου.