Ancient Greek
SB 16 12539
Documentary Papyri, SB 16 12539
Not analysed yet
ἔτους τρεισκαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὶ Σεβαστοῦ πέμπτῃ καὶ εἰκάδι ἐν Τεβτῦνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσεν Σωκράτης Πτολεμαίου ὡς ἐτῶν ἑξήκοντα δύο οὐλὴ μήλῳ ἀριστερῶι κατώθεν κροτάφῳ τῶν ἀπὸ Θεογονίδος Ὥρῳ Ὥρου Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ ἀντικνημίῳ ἀριστερῶι τὸν ὑπάρχοντα αὐτῶι περὶ Θεογονίδα κλῆρον κατοικικὸν ἀρουρῶν τεσσάρων ἢ ὅσαι ἐὰν ὦσι ἐν δυσὶ σφραγῖσι εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ τρεισκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, τὸ μὲν πρῶτον ἔτος τῆς μισθώσεως μενόντων τῶν σπαρέντων Σωκράτους ἄνευ φόρου καὶ μερισμῶν, τὸ δὲ δεύτερον καὶ ἔσχατον ἔτος τῆς μισθώσεως εἰς πυροῦ σποράν, ἐκφορίου σὺν σπέρμασι πυροῦ καθʼ ἔτος τῆς διετίας πυροῦ ἀρτάβαις τέσσαρσι τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν ἕξ ,τὸ δὲ τρίτον ἔτος τῆς μισθώσεως εἰς καρπῶν πλὴν πυροῦ σποράν, ἐκφορίου σὺν σπέρμασι ὡν ἐὰν αἱρῆται καρπῶν τοῦ παντὸς τῶν καρπῶν ἀρταβῶν εἴκοσι ὀκτὼ καὶ θαλλοῦ καὶ τῆς σπονδῆς οἴνου κεραμίου ἑνός ,τῶν τριῶν ἐτῶν πάντα ἀκίνδυνα παντὸς κινδύνου καὶ ἀνυπόλογα παντὸς ὑπολόγου. μὴ ἐξέστω οὖν τῷ μεμισθωμένῳ ἐντὸς τοῦ χρόνου ἐκλιπεῖν τὴν μίσθωσιν. τὰ ἔργα πάντα τοῦ κλήρου τούτου ἐπιτελείτω κατʼ ἔτος ὁ μεμισθωμένος ἐκ τοῦ ἰδίου καὶ τὴν ἐπιμέλειαν τῶν χλωρῶν ποιούμενος. τὰ δὲ σημαινόμενα ἐκφόρια τῶν τριῶν ἐτῶν κατʼ ἔτος ἀπολήμψεται ὁ κρατῶν Σωκράτης ἐν μηνὶ Παῦνι κατʼ ἔτος ἐν Θεογονίδα ἐν θησαυρῷ μέτρῳ θησαυροῦ μεμετρημένα. ἐὰν δὲ μὴ ἀποδῷ ὁ μεμισθωμένος ἤ τι κατὰ τάδε γεγραμμένου ὀφειλήσῃ ἀποτεισάτω Σωκράτῃ πάντα τὰ κατʼ ἔτος ἐκφόρια τῆς τριετίας καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι δύο καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, τῆς πράξεως οὔσης Σωκράτῃ ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης βεβαιουμένης τῆς μισθώσεως πρὸς τὰ ἔτη πάντα ὑπὸ τοῦ Σωκράτους Ὧρος Ὥρου Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι τὰς προκιμένας ἀρούρας τέσσαρας ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἔγραψεν ὑπὲρ αὐτοῦ Ὧρος ὁ υἱὸς αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.