Ancient Greek
SB 16 12543
Documentary Papyri, SB 16 12543
Not analysed yet
Αὐρηλίῳ Βερνικιανῷ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Θεωνίνου πραιποσίτου β πάγου. ἀπέσχον καὶ ἠρίθμημαι παρὰ Διονυσαρίου τραπεζίτου ἐξ ἐπιστάλματός σου ἃ ᾔτησαι ἐπισταλῆναι ἐξοδιασθῆναί μοι ὑπὲρ τιμῆς ὧν παρέσχον εἰς τὸ δημόσιον ὑπὲρ μὲν εὐθενίας τῆς λαμπροτάτης Ἀλεξανδρείας ὑπὲρ τοῦ ἡμετέρου πάγου σίτου ἀρταβῶν ϛ, τάλαντα ιζ δραχμὰς Β, ὑπὲρ δὲ τοῦ ἡμετέρου ὀνόματος χλαμύδος 𐅸τάλαντα ζ δραχμὰς Γ, ὧν ἑκατοσταὶ δραχμαὶ Βϡκε, τὰ λοιπὰ τάλαντα ζ δραχμαὶ οε· στιχ ιν 𐅸δραχμὰς Δφ ὧν ἑκατοσταὶ δραχμαὶ τιβ, τὰ λοιπὰ δραχμαὶ Δρπη, γίνονται τάλαντα κε δραχμαὶ σξγ πλήρη. κυρία ἡ ἀποχή, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Φλαουίου Κωνσταντίου καὶ Οὐαλερίου Μαξίμου τῶν λαμπροτάτων, Μεχεὶρ ιϛ. τιμῆς σίτου τάλαντα ιη Β τιμῆς χλαμύδος τάλαντα ζ Δτπγ γίνεται τάλαντα κε ελ…ις εμου τάλαντα κγ λοιπὰ παρὰ Ἀρίου τάλαντα γ