Ancient Greek
SB 16 12555
Documentary Papyri, SB 16 12555
Not analysed yet
…υ Ἁδριανοῦ …ϛ ……Δρουσίλλης πρὸς Ἀγριππιανὸν παρόντων Ἰουλίου Γεμέλλου καὶ Λονγείνου Ἀπολιναρίου …χρόνους του …Μαξιμιανὸς ὁ γενόμενος δικαιοδότης …ἀνέπεμψεν αὐτὸ ἐπὶ τὸν τοῦ νομοῦ στρατηγὸν δοὺς τῷ Ἀγριππιανῷ τὴν ἀπόφασιν· Μαξιμιανὸς εἶπε τῷ Ἀγριππιανῷ· τὰ νόμιμά σου τῆς ὑποθήκης ἐλύθη· ὁ στρατηγὸς ἐξετάσει πόσον ὀφείλεταί σοι· καλῇ πίστει θήσει τὸν τόκον καὶ τὸ κεφάλαιον καὶ τὰς προσόδους ἃς ἐκαρπίσω· καὶ τὰ ἀναλώματά σου ποιήσω ἐξετάσαι· καὶ εἴ τινα ἄλλον πόρον ἔχει ὁ τετελευτηκώς, καὶ συνάξει …φανερόν μοι ποιῆσαι· ὅταν μοι δηλ…ορη περὶ τούτων τῶν ἐπιτρόπων καὶ πο… εὑρήσω εἴ τι ἄλλῳ πονηρὸν ἐποίησαν καθὼς σὺ προήνεγκας. …κατὰ ταύτην τὴν ἀπόφασιν κύριαι ἐπιστολαὶ περὶ τοῦ πράγματος ἐγράφησαν· Νεοκύδης εἶπεν· ἐπέθηκεν οὖν πέρας τῶι πράγματι ὁ στρατηγὸς ὡς ἐβουλήθη ὁ κράτιστος Μαξιμιανός; Καλλίνεικος εἶπεν· ὁ ἀντίδικος ἐξαπέστη· Κλαύδιος Νεοκύδης ὁ δικαιοδότης εἶπεν· ὁ στρατηγὸς τὰ αὐτοῦ μέρη ἐπιγνώσεται ἐκ τοῦ ὑπομνηματισμοῦ καὶ τῶν γραφεισῶν αὐτῷ ἐπιστολῶν· καὶ ἐὰν δέῃ λογοθέτην δοῦναι, δώσει· καὶ ἐγὼ δὲ αὐτῷ ἐπιστελῶ περὶ τούτου ἐντὸς τριάκοντα ἡμερῶν πορεύεσθαι ἐπὶ τοὺς τόπους. …ικιαν Ἀγριππείνου …πὸ Ἰουλιανοῦ ὑπομνηματισμὸς Ἰουλίου Ἀγριππίνου …