Ancient Greek
SB 16 12556
Documentary Papyri, SB 16 12556
Not analysed yet
Ἰούλιος Ἀγριππῖνος Ἡραίδι τῇ μητρὶ πλεῖστα χαίρειν. γεινώσκειν σε θέλω ὅτι ἐξερχομένου Ἰουλιανοῦ ἡ γυνὴ ἐκείνη ἐνέτυχε τῷ δικαιοδότῃ καὶ ἀνήγκαζέ με προσκαρτερεῖν τῷ βήματι αὐτοῦ. διὸ γράφω σοι ἵνʼ εἰδῇς. πρὸ πάντων τὰ ἔργα αὐτοῦ Ἰουλιανοῦ γ…νέσθω ἄχρι τοῦ παραθ…τα ὅτι διʼ ἐμὲ ἐνθάδε αὐτὸν κατέχω· ἔκλαιε γὰρ ὅτι πο τ…να…εχω ἀναγκαίως μη δ…να…σποιήσηται προσε χ…ντ…ν σαυτοῦ βλέπε μῆτερ …εμε μέμψη …ν πρόσεχε αὐτὸ …ετωρω μεγάλῳ. ἀσπάζομαι τὴν ἀδελφήν μου καὶ τοὺς ἐμοὺς πάντας. ἐρρῶσθαί σε εὔχομαι. Ἡραίδι …Ἰουλίου Ἀγριππίνου υἱοῦ