Ancient Greek
SB 6 9049
Documentary Papyri, SB 16 12557
Not analysed yet
…ἐξηγητῆι παρὰ Αὐρηλίου …ου Ὡρίωνος ἀπὸ κώμης Ἀργεάδος Θεμίστου μερίδος. κατασταθεὶς εἰς ἐπιτροπὴν ὑπὸ Αὐρηλίου Τρύφωνος …ἀπὸ ἀμφόδου Κιλίκων Αὐρηλίας …τοῦ καὶ Ἀγαθοῦ Δαίμονος ἀφήλικος ἀπὸ ἀμφόδου …ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τοῦ κυρίου τύχην ὑγιῶς καὶ πιστῶς ἀντιλήμψεσθαι τῆς ἐπιτροπῆς τῆς προκειμένης καὶ τὴν πρᾶσιν τῶν καταλειφθέντων ποιήσειν κατὰ τοὺς νόμους ὧν τοὺς λόγους τάξομαι καὶ καταχωριῶ τῷ σῷ ἀρχείῳ ἀναγραφὴν ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἐγράφη ἐπακολουθοῦντος …ὑπηρέτου τῆς ἀρχῆς. …