Ancient Greek
SB 6 9279
Documentary Papyri, SB 16 12603
Not analysed yet
……αναχωρ…εργω… χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης γινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἀπολλῶς Ἰσιδώρου καὶ Ἁτρῆς Πινουτίωνος οἱ προκείμενοι ἐσχήκαμεν ἐξ ἀλληλεγγύης τὰ τοῦ χρυσοῦ νομισμάτια δέκα παρὰ κεράτια τρία ἕκαστον καὶ ἀποδώσομεν ὡς πρόκειται. Αὐρήλιος Παπνοῦθις Κολλούθου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Κῦρος Στρατηγίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματίῳ ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ταυρῖνος Ἀπαλῶτος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματίῳ ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦ Ἑρμαπόλλωνος ἐγράφη …τοσ…ξ χρυσοῦ νομισμάτια ι παρὰ κεράτια γ