Ancient Greek
SB 6 9403
Documentary Papyri, SB 16 12604
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους πρώτου Χοιὰκ κε ϛ ἰνδικτίονος ἐν Ἑρμοῦ πόλει. Αὐρηλία Μαρία Φοιβάμμωνος μητρὸς Νεμεσιανῆς ἀπὸ κώμης Ἰβιῶνος Σεσεμβύθεως τοῦ Ἑρμουπολίτου νομοῦ Αὐρηλίῳ Φοιβάμμωνι τῷ ἐμῷ πατρὶ χαίρειν. ὁμολογῶ ἐγὼ ἡ προγεγραμμένη Μαρία διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἤτοι ὁμολογίας ἐπομνυμένη τόν τε παντοκράτορα θεὸν καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ δεσπότου ἡμῶν Φλαυίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ὥσδε εἴληφα καὶ ἐπληρώθην πάντα τὰ ἐλθόντα ἀπὸ τῆς ἐμῆς κληρονομίας τῆς ἐμῆς μητρὸς Νεμεσιανῆς …κατὰ τὴν δύναμιν τῆς ἐμῆς διαθήκης …ς καὶ τὰς …εἰδέας ἐν τὲ ἐσθήμασι καὶ στρώμασι καὶ ἐνδύμασι καὶ ξυλίνοις καὶ λιθίνοις σκεύοις κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων ἐν παντὶ γένει καὶ εἴδει καὶ ἃ κινεῖ ἄχρι ἀσαρίου ἑνὸς π… ἥμισυ μέρος τ…