Ancient Greek
SB 16 12607
Documentary Papyri, SB 16 12607
Not analysed yet
Διονύσιος Ἑρμῇ καὶ Διοσκορᾷ τοῖς τιμιωτάτοις χαίρειν. μετέλαβον ἀπὸ …ωνος τοῦ ἐπισκέπτου ὅτι οἱ πολλοὶ τῶν ἀπαιτουμένων οὐκ ἀποκρίνονται διὰ τὴν τῶν γενῶν εὐωνίαν. ἔλεγεν γὰρ τὸν πυρὸν εἶναι παρʼ ὑμῖν δραχμῶν δώδεκα . καὶ τοῦτο ἀκούσασα Θεοδώρα ἡ μικρὰ ἠθέλησεν κομίζεσθαι αὐτῇ ὑμᾶς ὅσον ἐὰν δύνησθε. εἰ οὖν ἐστι τοῦτο, ἀγοράσατε ὅσας ἐὰν δύνησθε ἀρτάβας πυροῦ ταλάντων δύο ,μόνον καλοῦ σπέρματος καθαροῦ, καὶ δηλώσατέ μοι ποταπῷ μέτρῳ ἀπολαμβάνετε. ὅσον οὖν ἐὰν ἀγοράσητε δηλώσατέ μοι ἵνα εἰς ἐφημερίδα τὴν τιμὴν γράψω ἐφʼ ὑμῖν …Ἑρμῇ καὶ Διοσκορᾷ τοῖς φροντισταῖς