Ancient Greek
SB 16 12606
Documentary Papyri, SB 16 12606
Not analysed yet
Ζωίλος Θεοδώρᾳ τῇ μητρὶ χαίρειν. γενάμενος ἐν Θαλλοῦ σήμερον παρὰ τῷ ἀδελφῷ εὗρον πάντας ὑγιαίνοντας, Τεχωσοῦς δὲ ἡ ἀδελφὴ δεινῶς ἀσθενεῖ καὶ ἐλπίζω ὅτι τέξεται σήμερον ἑπταμηνιαῖον. ἐὰν οὖν ἐπʼ ἀγαθῷ ἀπαλλαγῇ δηλώσω σοι τὸ συνβεβηκός. Ἰνααρωοῦς ὁ πατὴρ τῆς μικρᾶς ὁ ἀναδιδούς σοι τὸ ἐπιστόλιον μετὰ Ἀκῆτος τοῦ υἱοῦ Παχοίμιος τοῦ γερδίου καὶ μετὰ καὶ τῶν ἄλλων ἦλθεν εἰς Ὀξυρύγχων ἀνάγκην αὐτοῖς ἐπιτεθεῖσαν ἐργᾶσθαι ἐν τοῖς τοῦ τιμιωτάτου Ἱερονίκου. εὖ οὖν ποιήσεις δώσεις αὐτοῖς τὴν κλεῖδα τῆς κέλλης τοῦ ἐν τῷ πυλῶνι τη…κ…ικια. λέγει γὰρ Εὐδαιμονὶς ἐφθακέναι παρά σοι ἵνα ἐκεῖ μείνωσι ἕως ἂν λάβωσι ξενίαν ἐκ τοῦ κυρίου σου. ἀσπάζου πάντας τοὺς παρʼ ἡμῖν· Εὐδαιμονὶς καὶ Τεχωσοῦς καὶ πάντες οἱ ἐνθάδε ἀσπάζονταί σε. καὶ ἔδωκεν εἰς δαπάνην τοῖς αὐτοῖς …τα…ν ἕναικε …αὐτῶν ἕκαστος …ἀσπάζου πολλὰ Ἡρᾶν καὶ …μαγω αὐτῆς κομι… …τῇ αὐτῇ Ταῆσι τὸ ἐπιστόλιον …υτο… ἐὰν …ο… ἀπὸ Ζωίλου Θεοδώρᾳ τῇ μητρί