Ancient Greek
SB 16 12612
Documentary Papyri, SB 16 12612
Not analysed yet
Πετεσοῦχος Φιλοξένου τοῦ Πετεσούχου ἀπὸ κώμης Καινῆς τοῦ Ἡρακλεοπολείτου νομοῦ ὁμολογεῖ πεπρακέναι Παβοῦτι Ὡρίωνος ἀπὸ κώμης Σοκνοπαίου Νήσου τὴν ὑπάρχουσαν αὐτῷ ὄνον θήλειαν λευκὴν τελείαν ἥν καὶ παρέλαβεν ὁ Παβοῦς ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχειν τὸν ὁμολογοῦντα Πετεσοῦχον τὴν συνπεφωνημένην ταύτης τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς ὀκτακοσίας διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν πάσῃ βεβαίωσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἐνποιησομένου. Πετεσοῦχος πέπρακα τὴν ὄνον καὶ ἀπέχω τὴν τιμὴν δραχμὰς ὀκτακοσίας δραχμὰς ω καθὼς πρόκιται. ἔτους ια Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς, Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Φα…