Ancient Greek
SB 16 12613
Documentary Papyri, SB 16 12613
Not analysed yet
Ἐπεὶφ ιδ Ἀπολλωνίῳ γεγυμνασιαρχηκότι καὶ Νεικολάωι βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοίτου παρὰ Ἡρακλείδου τοῦ Ὠνέος τοῦ Χαιρήμωνος τῶν ἀπὸ κώμης Νείλου πόλεως τῆς Ἡρακλείδου μερίδος. ἀπογράφομαι ἃς παρεχωρήθην ὑπὸ Ἡρακλείας τῆς Χαιρήμωνος τοῦ Ὠνέος περὶ Νείλου πόλιν κλήρου κατοικικοῦ ἀρούρας δύο τιμῆς ἀργυρίου δραχμῶν ὀκτακοσίων . διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. κατακεχώρισται ἔτους τρίτου Αὐτοκράτορος Τίτου Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Ἐπεὶφ ιδ.