Ancient Greek
SB 16 12943
Documentary Papyri, SB 16 12943
Not analysed yet
Αὐρήλιος Γεώργιος σιδηροχαλκεὺς τῆς μεγάλης ἐκκλησίας γράφων σοι Πέτρῳ τέκτονι Ψίντεω χαίρειν. ἐπώλησά σοι τὸ καινούργιον ξοίδιον καὶ ἐφιλοκάλησα τὴν παλαιὰν καὶ ἐστόμωσα τὸ σκέπαρνον καὶ ἔλεγον ὅτι δεῦρο λαβὲ τὰς τέσσαρας ἀρτάβας καὶ μέτρα τέσσαρα σίτου. θέλησον ταῦτα δοῦναι τῷ γραμματηφόρῳ ἐπεὶ πιάζω ἓν ζῷον καὶ ἐνεχυριάζω διὰ τοῦ οἰκονόμου . ἐπίδος Πέτρῳ τέκτονι παρὰ Γεωργίου …