Ancient Greek
SB 16 12945
Documentary Papyri, SB 16 12945
Not analysed yet
ἔσχομεν καὶ ἐπληρώθημεν ἡμεῖς Γεώργιος υἱὸς Ἰερεμίου καὶ Ἀβραάμιος υἱὸς Ἀπφοῦ ἀπὸ ἐποικίου Τὶν τοῦ Ἀρσινοίτου νομοῦ παρὰ σοῦ Ἀμπελοῦδος γαμετῆς τοῦ μακαρίου Ἰωάννου γενομένου χαρτουλαρίου τὸ δημόσιον τέλεσμα τῆς διαφερούσης σοι ἐν πεδίῳ τοῦ αὐτοῦ ἐποικίου ἀρούρης μιᾶς ἡμίσεως ,λέγομεν δὴ ὑπὲρ καρπῶν τῆς παρούσης ἑνδεκάτης ἰνδικτίονος εἰς πλήρης κατὰ τὴν γεναμένην ἐν τῷ ὑμῶν χωρίῳ ἐπὶ τοῦ παρόντος γεωμετρίαν ὅ ἐστιν ὑπὲρ ἑκάστης μιᾶς ἀρούρης σίτου ἀρτάβην μίαν τρίτον καὶ …νων χρυσοῦ κεράτια ὀκτὼ ἡμίσεως …καὶ …ἡμῶν ὥστε γεωμετρηθῆναι …χωρὶς τῆς αὐτῆς μιᾶς ἡμίσεως ἀρούρης καὶ ἀναδώσῃς ἡμῖν τὸ δημόσιον ἀρούρης ἑκάστης τῷ αὐτῷ τρόπῳ. εἰ δὲ εὑρεθῇ παραινα ἀναδώσομέν σοι τὸ δημόσιον …ττοντος. ἐγράφη μηνὶ Μεχεὶρ κε ια ἰνδικτίονος. διʼ ἐμοῦ Σεργίου συμβολαιογράφου ἐσημειώθη.