Ancient Greek
SB 16 13003
Documentary Papyri, SB 16 13003
Not analysed yet
Ἡρακλᾶς ὁ καὶ Ἡρακλέων Ἀρχελάου ἀπὸ τοῦ Ἰσιείου Τρύφωνος τοῦ Ὀξυρυγχίτου Ἀμμωνίῳ Σαραπ… …τῷ καὶ Ζηνείῳ χαίρειν. ἀντίγραφον τοῦ ἐκδοθέντος μοι συμβόλου διαγραφῆς προστίμου τοῦ ἀρούρης τετάρτου ἀπὸ σιτικῆς ὑπάρξεως ὑπέταξα καθʼ ἃ ἐξεδόμην σοι ἰδιόγραφα γράμματα ἵνʼ εἰδῇς, ἔστι δέ· ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι κϛ διέγραψεν Ἀπίωνι Ἡρώδου καὶ μετόχοις δημοσίοις τραπεζίταις Ὀξυρυγχίτου ὑπὲρ λημμάτων κβ ἔτους διοικήσεως Ἡρακλᾶς ὁ καὶ Ἡρακλέων Ἀρχελάου ἀπὸ τοῦ Ἰσιείου Τρύφωνος πρόστιμον ἀρούρης δ περὶ τὸ Ἰσιεῖον Ἄνω ἐκ τοῦ Σωγένους κλήρου ἀπὸ ἰδιωτικῆς ὑπάρξεως σιτικῆς τελούσης εἰς ἀνοικοδομὴν οἰκοπέδου καινοῦ ὑπὸ τοῦ βασιλικοῦ γραμματέως παραγραφέντα δραχμὰς ἑβδομήκοντα πέντε προσδιαγραφομένων δραχμῶν ϛ διωβόλου χαλκῶν γ γίνονται δραχμαὶ ϛ διώβολον χαλκοῖ γ γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ πα διώβολον χαλκοῖ γ Ἱερακίων χειριστὴς σεσημείωμαι δραχμὰς πα διώβολον χαλκοῦς γ. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου τῶν κυρίων Σεβαστῶν Θὼθ ε.