Ancient Greek
SB 16 13004
Documentary Papyri, SB 16 13004
Not analysed yet
ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων Θὼθ κ. μίσθωσις …τῆς λαμπρᾶς Θμουιτῶν πόλεως. Αὐρηλίῳ Πάνθηρι Ἑρμία …κηριος μετʼ εὐδοκητοῦ τοῦ θείου σου κατὰ πατέρα Αὐρηλίου Ἰτάλου …ἀπὸ κώμης Ἰβιῶνος α πάγου τοῦ Μενδησίου χαίρειν. μεμίσθωκά σοι …ἀπὸ τῆς ἐνεστώσης γ ἰνδικτίωνος σιτικὰς ἀρούρας δέκα ὀκτὼ ἥμισυ ἢ ὅσας ἐὰν ὦσι …ῶνος ἀγροῦ καλουμένου Παρομπακοτη ἐφʼ ᾧ σε τὴν τούτων …καὶ πᾶν τὸ περιεσόμενον ἐξ αὐτῶν γένημα ἀπενέγκαι …ἐκφορίου καθʼ ἔτος ἑκάστης ἀρούρης πυροῦ ἀρτάβας τέσσαρας γίνονται κατʼ ἔτος πυροῦ ἀρτάβαι ἑβδομήκοντα τέσσαρες ἅσπερ ἀποδώσεις μοι ἐνιαυσίως μέτρῳ δημοσίῳ …πλήρη καὶ ἀποχὴν δώσω σοι. ἐντεῦθεν δὲ ἔσχον παρὰ σοῦ πυροῦ ἀρτάβας τέσσαρας ἀρούρης …ἑκάστης μου ἐπὶ ἐκφόριον τῆς ἐνεστώσης γ ἰνδικτίωνος …