Ancient Greek
SB 16 13006
Documentary Papyri, SB 16 13006dupl
Not analysed yet
Θερμουθαρίωι Διδᾶτος μετὰ κυρίου τοῦ ἀνδρὸς Ἁρποχρᾶτος τοῦ Ἁρποκρατίωνος παρὰ Ἥρωνος τοῦ Σαραπίωνος τοῦ Ἥρωνος ἀναγραφομένου ἐπʼ ἀμφόδου Θαραπίας Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη τρία καρποὺς τρεῖς ἀπὸ τοῦ εἰσιόντος η ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας σοι περὶ κώμην Περσύας κλήρου ἀρούρας δύο ἢ ὅσαι ἐὰν ὦσι ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἀσπερμεὶ κριθῆς ἀρταβῶν ἐννέα μέτρῳ δρόμωι τετραχοινίκῳ, καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου βλάβος μηδὲν ποιῶν, σπείρων ἐπὶ μὲν τὰ πρῶτα ἔτη δύο οἷς ἐὰν αἱρῶμαι γένεσι πλὴν κνήκου, τῶι δὲ ἐσχάτωι ἔτει τῆς μισθώσεως κριθῇ, καὶ τὰ κατʼ ἔτος ἐκφόρια ἀποδώσω ἐν μηνὶ Παῦνι ἐφʼ ἅλω τῶν ἀρουρῶν νέα καθαρὰ ἄδολα καὶ μετὰ τὸν χρόνον παραδώσω ἀπὸ συνκομιδῆς ὡς πρόκειται, ἐὰν φαίνηται μισθῶσαι, βεβαιουμένης μοι τῆς μισθώσεως ὑπὸ σοῦ καὶ ἀπὸ δημοσίων πάντων ἔξω δημοσίων φορέτρων τῶν καὶ ὄντων πρὸς ἐμὲ τὸν μεμισθωμένον.