Ancient Greek
SB 16 13005
Documentary Papyri, SB 16 13005
Not analysed yet
Ἁρποκρατίωνι Ἡρᾶτος καὶ Διοσκόρωι Ἀρείου παρὰ Πασίωνος τοῦ Φιλαδέλφου τοῦ Διοσκόρου ἀναγραφομένου ἐπʼ ἀμφόδου Φρεμεί. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη ἓξ ἀπὸ τῆς α τοῦ Θὼθ μηνὸς τοῦ εἰσιόντος η ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὴν ὑπάρχουσαν ὑμῖν ἐπʼ ἀμφόδου Φρεμεὶ οἰκίαν καὶ αὐλὴν ἐφʼ ᾧ ἀνοικοδομήσετε ἐν τῇ οἰκίαι θύριον ἐμοῦ τοῦ Πασίωνος συνυπουργοῦντος, ἐνοικίου τοῦ παντὸς κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑξήκοντα ,τὴν δὲ ἀπόδοσιν ποιήσομαι κατʼ ἔτος ἐν προθεσμίαις δυσὶ διʼ ἑξαμήνου τὸ αἱροῦν ἐξ ἴσου, τῆς προσδεηθείσης ἐπισκευῆς ἢ καὶ ἀνοικοδομῆς οὔσης πρὸς ὑμᾶς τοὺς περὶ τὸν Ἁρποκρατίωνα· καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν οἰκίαν καθαρὰν ἀπὸ ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισὶ τρίσι ,ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τούτοις. Πασίων ὡς ἐτῶν λ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεσορὴ η.