Ancient Greek
SB 16 13011
Documentary Papyri, SB 16 13011
Not analysed yet
Αὐνῆι Πετεχο͂νος …παρὰ Ζωίλου …ε…ω…. βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἐνιαυτὸν ἕνα ἀπὸ τῆς α τοῦ Θὼθ μηνὸς τοῦ εἰσιόντος η ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὴν ὑπάρχουσαν τῇ ἐπιτροπευομένῃ ὑπὸ σοῦ …τῃ Σεναμούνει ἐπʼ ἀμφόδου Φρεμεὶ οἰκίαν, ἐνοικίου τοῦ παντὸς ἀργυρίου δραχμῶν τεσσαράκοντα ὀκτώ ,τὴν δὲ ἀπόδοσιν ποιήσομαι ἐν προθεσμίαις τρισὶ διὰ τετραμήνου τὸ αἱροῦν ἐξ ἴσου, καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν οἰκίαν καθαρὰν ἀπὸ πάσης ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισί, ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τούτοις. Αὐνῆς Πετεχῶνος μεμίσθωκα τὴν οἰκίαν ἐνοικίου δραχμῶν τεσσαράκοντα ὀκτὼ καθὼς πρόκειται. ἔτους ἑβδόμου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεσορὴ α.