Ancient Greek
SB 16 13012
Documentary Papyri, SB 16 13012
Not analysed yet
Νεοπτολέμωι δεκουρίωνι παρὰ Πετεσούχου πρεσβυτέρου Ἐσούριος καὶ Πανετβαύιος τοῦ Ἰωσήπου καὶ Ἁρμάιος τοῦ Πανετβαύιος τῶν τριῶν Περσῶν τῆς ἐπιγονῆς ἀλλήλων ἐγγύων εἰς ἔκτεισιν. βουλόμεθα μισθώσασθαι τοὺς ἐκπεπτωκότας εἰς τὸ ἐνεστὸς γ ἔτος Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐλαΐνους καρποὺς τοῦ ἐπικαλουμένου Εὐκράτους ἐλαιῶνος. ὑφιστάμεθα τελέσαι φόρον τοῦ παντὸς ἀργυρίου ἐπισήμου δραχμὰς τετρακοσίας ἑξήκοντα καὶ ἐξαιρέτων ἐλαίας ἐγλεκτῆς μελαίνης ἀρταβ …τὸν δὲ φόρον ἀποδώσομεν ἐν ἀναφοραῖς ἰσομερέσι δυσὶ μησὶ Φαῶφι καὶ Ἁθὺρ κατʼ ἀναφορὰν τὸ αἱροῦν ἐξ ἴσου καθʼ ἕκαστον τῶν αὐτῶν μηνῶν, ἐὰν φαίνηται μισθῶσαι ἡμῖν ἐπὶ τοῖς προκειμένοις ἅπασιν …