Ancient Greek
13167.r.i.1 to 13167.v.i.26
Documentary Papyri, SB 18 13167.r.i.1-13167.v.i.26
Not analysed yet
……ο…μένων σου ἑτέρων ἐπιτρόπων ἢ φροντιστῶν καὶ στήσας …δώσω καμηλίτηι ἀξιοχρέωι πρὸς ἐπίθεσιν τῆς εἰς Κόπτον εἰσόδου καὶ ἀνοίσω διὰ τοῦ ὄρους μετὰ παραφυλακῆς καὶ ἀσφαλείας εἰς τὰς ἐπὶ Κόπτου δημοσίας παραλημπτικὰς ἀποθήκας καὶ ποιήσω ὑπὸ τὴν σὴν ἢ τῶν σῶν ἐπιτρόπων ἢ τοῦ παρόντος αὐτῶν ἐξουσίαν καὶ σφραγῖδα μέχρι ποταμοῦ ἐμβολῆς καὶ ἐμβαλοῦμαι τῶι δέοντι καιρῶι εἰς ποταμὸν ἀσφαλὲς πλοῖον καὶ κατοίσω εἰς τὴν ἐν Ἀλεξανδρείᾳ τῆς τετάρτης παραλημπτικὴν ἀποθήκην καὶ ὁμοίως ποιήσω ὑπὸ τὴν σὴν ἢ τῶν σῶν ἐξουσίαν καὶ σφραγῖδα. ταῖς ἐκ τοῦ ἰδίου ἀπὸ τοῦ νῦν μέχρι τεταρτολογίας δαπάναις πάσαις καὶ φορέτρου ὄρους καὶ ναύλων ποταμίταις καὶ τῶν ἄλλων κατὰ μέρος ἀναλωμάτων πρὸς τὸν …ὄντων …πρὸς τὸ ἐνστάντος τοῦ ἐν ταῖς κατὰ Μουζεῖριν τοῦ δανείου συνγραφαῖς τῆς ἀποδόσεως ὡρισμένου χρόνου ἐὰν μὴ δικαίως τότε χρεωλυτῶ τὸ προκείμενον ἐν ἐμοὶ δάνειον τότε εἶναι πρὸς σὲ καὶ τοὺς σοὺς ἐπιτρόπους ἢ φροντιστὰς τὴν ἐγλογὴν καὶ ὁλοσχερῆ ἐξουσίαν ὡς ἐὰν αἱρῆσθε ποιήσασθαι τὰ τῆς πράξεως χωρὶς προσβολῆς καὶ προσκρίσεως κρατεῖν τε καὶ κυριεύειν τὴν προκειμένην ὑποθήκην καὶ τεταρτολογεῖν καὶ τὰ λοιπὰ ἐσόμενα μέρη τρία μεταφέρειν οὗ ἐὰν αἱρῆσθε καὶ πωλεῖν καὶ μεθυποτίθεσθαι καὶ ἑτέρωι παραχωρεῖν ὡς ἐὰν αἱρῆσθε καὶ τὰ καθʼ ἑαυτὴν διοικονομεῖσθαι καθʼ ὃν ἐὰν βούλησθε τρόπον καὶ ἑαυτῶι ὠνεῖσθαι τῆς ἐπὶ τοῦ καιροῦ φανησομένης τιμῆς καὶ ἐκκρούειν καὶ ἐνλογεῖν τὰ πεσούμενα τοῦ προγεγραμμένου δανείου. τῆς πίστεως τῶν πεσουμένων οὔσης περὶ σὲ καὶ τοὺς ἐπιτρόπους ἢ φροντιστάς, ὄντων ἡμῶν ἀσυκοφαντήτων κατὰ πάντα τρόπον. τοῦ δὲ περὶ τὴν ἐνθήκην ἐνλείματός τε καὶ πλεονάσματος πρὸς ἐμὲ τὸν δεδανεισμένον καὶ ὑποτεθει- μένον ὄντος ……τάλαντα …μναῖ νθ …τάλαντα …μναῖ ιδ 𐅸…τάλαντα …μναῖ νη …νάρδου Γανγιτικῆς κιστῶν π τετάρτη- κίσται κ ἐλέφαντος ὑγιοῦς ὀδοῦσι ρξζ ὁλκῆς ταλάντων ρε μνῶν ιγ …ταλάντa κϛ μναῖ λ …ντω τῆς τετάρτης …ὁμοίως ὁλκῆς μναῖ ια 𐅸…ταλάντα κϛ μναῖ ιη δ σχιδῶν …ὁλκῆς ταλάντων ιζ μνῶν λγ …ταλάντα δ μνῶν μϛ …ῳ ἐμπορικῷ …ταλάντα δ μναῖ κγ δ …τάλαντα λ μναῖ μα 𐅵…κα …η …ὁλκῆς …μνῶν κγ δ …Ἀσ…δ… …ἀργυρίου τάλαντα σκ …δραχμαὶ …πιπέρεως …ὁλκῆς ταλάντων Γτη μνῶν ……ὁλκῆς ταλάντων Γσιε μνῶν …γ …κα ἐξ ὧν ἀντι …εται η…υ …ριων …ἀργυρίου τάλαντα ψοα …δραχμαὶ Δχλβ