Ancient Greek
13167.v.i.27 to 13167.v.ii.29
Documentary Papyri, SB 18 13167.v.i.27-13167.v.ii.29
Not analysed yet
…ταλάντων …μνῶν μδ δ …ν νάρδου Γανγιτικῆς κιστῶν ξ ὧν ὁμοίως τιμὴ λογίζεται ὡς τῆς κίστης δραχμῶν Δφ ἀργυρίου τάλαντα με ἐλέφαντος ὑγιοῦς μὲν ὁλκῆς τάλαντα οη μνῶν νδ 𐅸…ὧν ὁμοίως τιμὴ λογίζεται ὁλκῆς μὲν ταλάντων οη μνῶν μγ τῶν γινομένων σταθμίοις τῆς τετάρτης τοῦ ταλάντου λογιζομένου πρὸς λίτρας ϙε λιτρῶν Ζυοη ἐξ ὧν αἱρεῖ λογιζομένων εἰς τὸ τάλαντον λιτρῶν ὁμοίως ὅσῳ συνήθως πρὸς τοὺς ἐμπόρους λογίζεται ὁλκῆς …τάλαντα οϛ μναῖ μα ὡς τῆς μνᾶς δραχμῶν ρ τάλαντα οϛ δραχμαὶ Δρ τῶν δὲ λοιπῶν ὑπὸ τῶν ἀραβαρχῶν πλείω ὑπὲρ τῆς τεταρτολογίας ἀρθέντων ἐν ἀριθμῷ ὀδόντων παρὰ τὸ αἱροῦν καὶ διπήχεων ὅλων ὁδόντων μνῶν ια 𐅸…ὡς τῆς μνᾶς τῶν ἵσων δραχμῶν ρ δραχμαὶ Αροε γίνεται ἐπὶ τὸ αὐτὸ τάλαντα οϛ δραχμαὶ Εσοε σχιδῶν …δ… ὁλκῆς ταλάντων ιγ μνῶν θ 𐅵δ ὧν ὁμοίως τιμὴ λογίζεται ὁλκῆς μὲν ταλάντων ιβ μνῶν μζ …τῶν ὡς πρόκειται ὁμοίοις σταθμίοις μὲν τετάρτης λιτρῶν Ασιδ καθὼς δὲ πρὸς τοὺς ἐμπόρους λογίζεται ὁλκῆς ταλάντων ιβ μνῶν κζ ὡς τῆς μνᾶς δραχμῶν ο ἀργυρίου τάλαντα η δραχμαὶ Δσϙ τῶν δὲ λοιπῶν πλείω ὑπὲρ τῆς τεταρτολογίας ἀρθεισῶν ὡς πρόκειται μνῶν κβ 𐅵δ ὡς τῆς μνᾶς τῶν ἴσων δραχμῶν ο ἀργυρίου δραχμαὶ Αφϙβ τριώβολον γίνεται σχιδῶν τάλαντα η δραχμαὶ Εωπβ τριώβολον γίνεται τιμῆς ἐλέφαντος ἀργυρίου τάλαντα πε δραχμαὶ Ερνζ τριώβολον ἐπὶ τὸ αὐτὸ τιμῆς μερῶν γ τῶν ἐκπεπλευκότων ἐν τῷ Ἑρμαπόλλωνι πλοίῳ φορτίων ἀργυρίου τάλαντα Αρνα δραχμαὶ Εωνβ