Ancient Greek
13173.m.1 to 13173.ctr.54
Documentary Papyri, SB 18 13173.m.1-13173.ctr.54
Not analysed yet
…γεσας …ἀπὸ Μαύρας …φων …μεν …α φυλαττομε… …ὑπατ… …νον ἀπὸ τοῦ …ε… …τιθέμεθα καὶ ποιούμεθα ἡμεῖς Παθερμοῦθις υἱὸς Χριστοφόρου …ερεβε… καὶ Ἀνατόλιος υἱὸς Μακαρίου …ἀπὸ ταύτης τῆς Ἑρμουπολιτῶν Θὼθ εἰκὰς πρώτῃ τῆς παρούσης τρίτης ἰνδικτίονος τὴν ἔγγραφον συγγραφὴν πρὸς Αὐρηλίαν Ἰσιδώραν τὴν εὐγενεστάτην θυγατέρα Βίκτορος ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Πατερμοῦθις καὶ Ἀνατόλιος διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ὠνιακῆς συγγραφῆς ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀμετανοήτῳ καὶ ἀδόλῳ προαιρέσει βεβαίᾳ συνειδήσει ὀρθῇ διανοίᾳ δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ περιγραφῆς πάσης καὶ συναρπαγῆς πεπρακέναι σοι τῇ προγεγραμμένῃ εὐγενεστάτῃ Ἰσιδώρᾳ καὶ καταγεγραφηκέναι παντὶ πληρεστάτῳ τελείῳ δεσποτείας νομίμου δικαίῳ καὶ καλῇ πίστει καὶ πάσῃ ἐξουσίᾳ καὶ αἰωνίᾳ κατοχῇ κατὰ πᾶν εἶδος κυριότητος κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ὠνὴν ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς τὴν διαφέρουσαν ἡμῖν καὶ περιελθοῦσαν εἰς ἡμᾶς ἀπὸ δικαίου ἀγορασίας παρὰ τῶν ἄλλων σωματεμπόρων τῶν Αἰθιόπων δούλην Μαύραν Ἀταλοῦν τῷ ὀνόματι μετακληθεῖσαν νυνὶ παρὰ σοῦ Εὐτυχίαν ὡς ἐτῶν δώδεκα πλέω ἔλαττον Ἀλώαν τῷ γένει, ἥνπερ προειρημένην δούλην Μαύραν μὴ προυποκειμένην οἱῳδήποτε κεφαλαίῳ καὶ πράγματι καὶ συναλλάγματι καὶ οἱῳδήποτε σίνει παλαιῷ καὶ ἐπαφῆς καὶ ῥαπίσματος καὶ κρυπτοῦ πάθους, ἀλλʼ ἐλευθέραν οὖσαν ἀπὸ παντὸς κεφαλαίου καὶ πράγματος καὶ συναλλάγματος καὶ οἱουδήποτε σίνους παλαιοῦ καὶ ἐπαφῆς καὶ ῥαπίσματος καὶ οἱουδήποτε κρυπτοῦ πάθους, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης καὶ δοξάσης μεταξὺ ἡμῶν τελείας τε καὶ ἀξίας τῆς αὐτῆς δούλης Μαύρας Ἀταλοῦν τῷ ὀνόματι μετακληθείσης νυνὶ παρὰ σοῦ Εὐτυχείας Ἀλώας τῷ γένει ὡς ἐτῶν δώδεκα πλέω ἔλαττον χρυσοῦ νομίσματα τέσσαρα εὔσταθμα ζυγῷ Ἀλεξανδρείας γίνεται χρυσοῦ νομίσματα δ εὔσταθμα ζυγῷ Ἀλεξανδρείας, ἥνπερ προκειμένην τιμὴν αὐτόθεν ἡμεῖς οἱ ἀποδόμενοι Παθερμοῦθις καὶ Ἀνατόλιος ἀπεσχήκαμεν παρὰ σοῦ τῆς προονομασμένης εὐγενεστάτης Ἰσιδώρας ἀπὸ χειρῶν σου εἰς χεῖράς μου ἐκ πλήρους ἐν ὄψεσι τῶν ἑξης ὑπογραφόντων μαρτύρων θεασαμένων καὶ προσμαρτυρησάντων τῇ αὐτῶν καταποχῇ εἰς τὸ εἶναί σοι τῇ πριαμένῃ εὐγενεστάτῃ Ἰσιδώρᾳ καὶ τοῖς σοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις τὴν προειρημένην δούλην Μαύραν μετὰ τῶν σὺν θεῷ τεχθησομένων ἐξ αὐτῆς τέκνων ἐντεῦθεν ἤδη ἤτοι ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν Θὼθ εἰκὰς πρώτη τῆς παρούσης τρίτης ἰνδικτίονος καὶ αὐτῆς ἐφεξῆς ἐπὶ τὸ διηνεκές, πρὸς τό σε αὐτῆς ἐπικρατεῖν καὶ