Ancient Greek
SB 18 13170
Documentary Papyri, SB 18 13170
Not analysed yet
Φλάυιος Ἰωάννης σὺν θεῷ σιγγουλάριος τῆς κατὰ Θηβαίδα ἡγεμονικῆς τάξεως υἱὸς τοῦ τῆς θεοφιλοῦς μνήμης Ἀνουβίωνος ἀπὸ ταύτης τῆς Ἀντινοέων πόλεως Αὐρηλίῳ τῷδε υἱῷ τοῦδε γεωργῷ ὁρμωμένῳ σὺν θεῷ ἀπὸ κώμης τῆσδε τοῦ Ἑρμουπολίτου νομοῦ, τὰ νῦν δὲ διάγοντι ἐνταῦθα ἐπὶ τῆς αὐτῆς Ἀντινοέων πόλεως χαίρειν. ὁμολογῶ ἐγὼ ὁ δεῖνα γεωργὸς ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν ἐπὶ δεκαετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης τετάρτης ἰνδικτίωνος καὶ αὐτῆς τὸ διαφέρον ὑμῖν γεώργιον ὁλόκληρον ἀρουρῶν ὅσων ἐστίν.