Ancient Greek
SB 18 13233
Documentary Papyri, SB 18 13233
Not analysed yet
ἀντίγραφον διαγραφῆς διὰ τῆς Ἀμμωνίου τραπέζης πλατείας ἀγορονομίου. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Παῦνι κγ. Ἑρμῆς Ἰσιδώρου Σαβείνῳ Χαιρᾶτος ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένῳ ἐπʼ ἀμφόδου Θαραπείας Πέρσῃ τῆς ἐπιγονῆς καὶ τῇ τούτου γυναικὶ Ἀμμωνοῦτι Αφ… Περσίνῃ μετὰ κυρίου τοῦ αὐτοῦ ἀλλήλων ἐγγύοις εἰς ἔκτισιν παραθήκην ἣν καὶ ἀποδώσουσιν, ὁπηνίκα ἐὰν ἀπαιτῶνται ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας …ἀργυρίου δραχμὰς ἑξήκοντα· γίνονται δραχμαὶ ξ.