Ancient Greek
SB 18 13234
Documentary Papyri, SB 18 13234
Not analysed yet
δάνειον Ἑρμοῦ …ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ …ἐν Ταλεὶ τῆς Πολέμωνος μερίδος. ἐδάνεισεν Ἑρμῆς Ἑρμίου ὡς ἐτῶν πεντήκοντα …Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα …ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας διακοσίας ,ἃς καὶ παρείληφεν παρὰ τοῦ Ἑρμοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τόκου δραχμιαίου τὸν μῆνα ἕκαστον, τὸ δὲ δάνειον τοῦτο τὰς δραχμὰς χιλίας διακοσίας καὶ τοὺς τόκους ἀποδότω …ἐν μηνὶ Σεβαστῷ τοῦ εἰσιόντος τρίτου ἔτους …ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῷ, ἀποτίσει παραχρῆμα τὸ μὲν δάνειον σὺν τῇ ἡμιολίᾳ, καὶ ἄχρι οὗ ἀποδώσει τὸ προκίμενον κεφάλαιον μὴ ἐξέστω …μήτε πωλεῖν μηδʼ ὑποτίθεσθαι ……ωτιους ικ…