Ancient Greek
SB 18 13235
Documentary Papyri, SB 18 13235
Not analysed yet
Ἀπολλωνίωι καὶ Θέωνι γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοίτου παρὰ Μάρκου Σεμπρωνίου Μάρκου υἱοῦ φυλῆς Κολλινα …ος ἑκατοντάρχου λεγιῶνος τρίτης Κυρηναικῆς πρώτως ἀπογεγραμμένου Ἀμμωνίωι καὶ Σαραπίωνι καὶ προσαπογεγραμμένου διὰ φροντιστοῦ Σαραπίωνος τοῦ …προσαπογράφομαι ἃς παρακεχώρημαι τῶι ἐνεστῶτι …ἔτει Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ διὰ τοῦ ἐν Ἀλεξανδρείᾳ καταλογείου παρὰ Τιβερίου Κλαυδίου Οὔαλεντος περὶ …δα τῆς Ἡρακλείδου μερίδος ἀκολούθως οἷς παρεθέμην ὑμῖν τῶν συνχωρήσεων ἀντιγράφοις κλήρου κατοικικοῦ ἀρούρας εἴκοσι δύο . ἅπερ εἰσὶ διὰ τῆς …ἄρουραι εἴκοσι μία δίμοιρον κατακεχώρισται ἔτει ζ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Παυνι …