Ancient Greek
SB 18 13239
Documentary Papyri, SB 18 13239
Not analysed yet
ἀντίγραφον διεγβολῆς διὰ τῆς Σαραπίωνος τραπέζης Πλατείας, ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Σεβαστοῦ ἐνάτῃ. Συρίων Σώσου Πτολεμαίωι Πτολεμαίου τὰς ἴσας ὧν ὤφειλεν αὐτῶι ἐπὶ μὲν ὑποθήκῃ γῆς ἰδιοκτήτου ἀρούρης μιᾶς ἡμίσους τετάρτου καὶ ἀμπελῶνος ἑκτολογουμένου ἀρούρης μιᾶς περὶ τὸ Μητροδώρου ἐποίκιον καὶ κατὰ διαγραφὴν τῆς Ἀπίωνος τραπέζης ἀργυρίου δραχμὰς τεσσαράκοντα ,τὰς ἐπὶ τὸ αὐτὸ ἀκολούθως ἧι πεποίηται εἰς αὐτὸν ἑξαμαρτύρωι ἀποχῆι ἀργυρίου δραχμὰς τριακοσίας τεσσαράκοντα γίνονται ἀργυρίου δραχμαὶ τμ