Ancient Greek
SB 18 13240
Documentary Papyri, SB 18 13240
Not analysed yet
Δίῳ τῷ καὶ Ἀπολλωνίῳ καὶ Ἡρώδῃ τῷ καὶ Διογένῃ γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι ἐγκτήσεων Ἀρσινοίτου παρὰ Δεξ… Ἀπολλωνίου τοῦ Ἡρώδου ἀναγραφομένου ἐπʼ ἀμφόδου Θαραπείας. κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ κρατίστου ἡγεμόνος ἀπογράφομαι τὸ ὑπάρχον μοι μητρικὸν Ἀπολλωνίας τῆς Ἀρτεμιδώρου τοῦ Ἀπολλωνίου ἀπὸ Θαραπείας ἀμπελῶνα χερσεύοντα ἐν ᾧ σποράδες φοίνικος ἀρούρης ἥμισυ τεσσερακοστόγδοον καὶ φοινικῶνος ἀρούρης ἑκκαιδέκατον ,τὸ ἐπὶ τὸ αὐτὸ ἀρούρης ἥμισυ δωδέκατον ,καθαρὸν ὀφειλῆς πάσης, ὅτε δʼ ἐὰν ἐξοικονομῶ, ἐπιδείξω. διὸ ἐπιδίδωμι