Ancient Greek
SB 18 13241
Documentary Papyri, SB 18 13241
Not analysed yet
Κλαυδίωι Πρωτογένει …παρὰ Σενπετεπάας Α… ὑπῆρχέ μοι τῶι διελθόντι ε ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου πρόβατα με αἲξ α, ἐν δὲ τῶι ἐνεστῶτι ϛ ἔτει πρόβατα πεντήκοντα αἲξ α, ἃ καὶ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ϛ ἔτος, καὶ ἐξ ἐπιγονῆς αὐτῶν ἄρνες ἐφέτειοι δύο γίνονται πρόβατα ν αἲξ α ἄρνες ἐφέτειοι β νεμόμενα περὶ ὅλον τὸν νομὸν διὰ Ψεννήσιος Πασ…σιος. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχειρ δ. ἔγραψεν Ὧρος Πανίσκου ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. …