Ancient Greek
SB 3 6004
Documentary Papyri, SB 18 13251
Not analysed yet
Ἰουλίῳ Εὐβουλίῳ Ἰουλιανῷ τῷ λαμπροτάτῳ ἡγεμόνι Αὐρήλιοι Ὑπερέχιος καὶ Ἀνουβίων ἐξάκτορες Ἀπόλλωνος Μικρᾶς καὶ Φλάϋιος Ἀμμώνιος στατιωνάριος τῆς αὐτῆς καὶ Μακάριος ῥιπάριος τῆς πόλεως χαίρειν. ἐπιστολὴν γραφεῖσαν ἡμῖν ὑπὸ τοῦ σοῦ μεγαλείου, λαμπρότατε ἡγεμὼν κύριε, περὶ τοῦ πάντας τοὺς ἀπὸ κεφαλαιωτῶν ἀπὸ ἑνδεκάτης ἰνδικτίονος ἕως ιδ καὶ αὐτῆς εἰς τὴν τάξιν ἐκπέμψαι ἐκομισάμεθα σήμερον ἥτις ἐστὶν Μεσορὴ πέμπτη διὰ Ἰσιδώρου καὶ Θεοδώρου ὀφφικιαλίων τῆς σῆς τοῦ ἐμοῦ κυρίου τάξεως καὶ, ἵνʼ εἰδέναι ἔχοι σου τὸ μεγαλεῖον, ἀναφέρομεν, λαμπρότατε ἡγεμὼν κύριε. ἐρρῶθαί σε εὔχομαι, λαμπρότατε ἡγεμὼν κύριε. ἐρρῶσθαί σε εὔχομαι, λαμπρότατε κύριε. ὑπατείας Δομιτίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Ἀρινθίου τοῦ λαμπροτάτου κόμιτος καὶ μαγίστρου στρατιωτῶν, Μεσορὴ ε. Ἰουλίῳ Εὐβουλίῳ Ἰουλιανῷ λαμπροτάτῳ ἡγεμόνι …