Ancient Greek
SB 1 4513
Documentary Papyri, SB 18 13252
Not analysed yet
Αὐρηλίῳ Λεωνίδῃ στρατηγῷ ἤτοι ἐξάκτορι Ὀάσεως Μεγάλης Αὐρήλιος Χρῆστος Οὐαλερίου φυλάρχης τρεισκαιδεκάτης ἰνδικτίονος τῷ φιλτάτῳ χαίρειν. ἐπισταλεὶς ὑπὸ τῆς σῆς ἐπιεικείας ἀποδεῖξαι ὑποδέκτας ἤτοι καταπομποὺς τῶν κελευσθέντων ἀπαιτηθῆναι χρημάτων ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου λαμπροτάτου ἡγεμόνος Φλαυίου Δομιτιανοῦ ἀναγκαίως αἱροῦμαι Αὐρήλιον …λ…ι…αγειν …τοῦ τε ναύλου καὶ χρυσοῦ βουρδώνων καὶ τιρώνων και τῶν ἀδηληγατεύτων ἑνδεκάτης καὶ δωδεκάτης καὶ τρεισκαιδεκάτης ἰνδικτιόνων, Αὐρήλιον δὲ …γενόμενον ὑποδέκτην τῆς ὀβρύζης τοῦ τοῦ ἀπαιτηθέντος πραγματευτικοῦ χρυσαργύρου ἱκανοὺς ὄντας καὶ ἐπιτηδείους. …