Ancient Greek
SB 18 13288
Documentary Papyri, SB 18 13288
Not analysed yet
ιϛ Διονυσίῳ στρατηγῷ Ἀρσινοίτου Θεμίστου μερίδος παρὰ Λύκου τοῦ Ἡρα τοῦ Λύκου μητρὸς Τασωούκιος καὶ Δείου ἀδελφοῦ μητρὸς τῆς αὐτῆς δημοσίων γεωργῶν τῶν ἀπὸ κώμης Θεαδελφείας. ἀπογραφόμεθα εἰς τὴν τοῦ διεληλυθότος ιϛ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τῆς αὐτῆς κώμης Θεαδελφείας ἐν ἡμίσει μέρει οἰκίας τῆς μητρὸς ἐν τῇ κώμῃ. εἰμὶ δὲ Λύκος ὁ προγεγραμμένος ἐτῶν λδ οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς, Δεῖος ἐτῶν κθ οὐλὴ ὀφθαλμῷ ἀριστερῷ. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Παχὼν ζ.