Ancient Greek
SB 18 13289
Documentary Papyri, SB 18 13289
Not analysed yet
Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Ὡρίωνος ἀπάτορος μητρὸς Ταφεῦτος τῶν ἀπὸ τῆς προκειμένης κώμης Θεαδελφείας. ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Ὧρος ὁ προγεγραμμένος ἐτῶν λγ, καταγείνομαι δὲ ἐν συνοικίᾳ οὐσιακῇ ἐν κώμῃ Πηλουσίου. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ, Μεσορὴ ζ.