Ancient Greek
SB 18 13294
Documentary Papyri, SB 18 13294
Not analysed yet
…παρὰ Τασεῖτος τῆς Μύστου τοῦ Ἰσῶτος ἀπὸ κώμης Σεντρεμπαεὶ μετὰ κυρίου τοῦ συγγενοῦς Ὡρίωνος τοῦ Κάστορος. ὑπάρχει μοι ἐν τῇ προκειμένῃ κώμῃ Θεαδελφείᾳ οἰκία καὶ αὐλὴ ἐν ᾗ κατοικῶ καὶ ἐν ἑτέρῳ τόπῳ ἄλλο τέταρτον μέρος οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς ἃς καὶ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Τασεῖς ἡ προγεγραμμένη ἐτῶν μδ ἄσημος. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. Ὡρίων ὁ προγεγραμμένος ἐπιδέδωκα. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἐπείφ …